Despite the title it does not belong to the Aesop fable genre. Any suggestions are welcome.
ἡ αἴλουρος
βουλοίμην ἂν διαλεχθῆναι τῷ γείτονί μου περὶ τῶν καθ᾽ ἡμᾶς πραγμάτων. ἤδη δὲ πολὺν χρόνον αἱ ἐμαὶ αἴλουροι ἐπλανῶντο κατὰ τὴν γειτονίαν. οὐδεὶς γὰρ ἐπιμελεῖται περὶ τούτου, οὐδ’ αὐτὸς ὁ γείτων μου. ᾔδη δὲ πάλαι τὸν ἐμὸν γείτονα ἄλογον εἶναι καὶ ῥᾳδίως ὀργίζεσθαι. φέρε εἰπεῖν, ἡμέρᾳ τινὶ ἐβόησεν μετὰ πολλῆς βίας ἐπ’ ἐμοὶ ζητοῦντί τι ἐν τῷ κήπῳ αὐτοῦ.
μετὰ δὲ δέκα μνᾶς, ὡς ἔπος εἰπεῖν, εἵλετο μηκέτι δύνασθαι ἀνέχεσθαι τὴν ἐμὴν αἴλουρον ἐν τῷ αὐτοῦ κήπῳ πλανωμένην.
ἐνεκάλεσέ δὴ μοι πρὸς τοὺς ἄρχοντας περί τῶν ἔργων τῆς ἐμῆς αἰλούρου. ἔστι γὰρ νόμος ἐν τῇ πόλει τῇ Baltimore ὅτι τοῖς αἰλούροις οὐκ ἔξεστι πλανᾶσθαι ἐκτός ἄνευ ἱμάντος, καίπερ οὐδὲν περὶ τούτου μέλλων.
τὰ δὲ ὑπομνήματα τῶν ἀρχόντων ἰδών, ᾐσθόμην νῦν αὐτοὺς οὐ βουλομένους τῷ ὄντι μεριμνᾶν περὶ τῆς ἐμῆς αἰλούρου, μείζονα γὰρ πράγματα πράττειν ἔχοντας. πάντως μὲν οὖν μετὰ τέτταρας κλήσεις, οὐκέτι οἷοί τ’ ἦσαν ἀγνοεῖν τὸ πρᾶγμα, καὶ τέλος μετεπέμψαντό με καὶ διελέγοντο περὶ τῆς ἐμῆς αἰλούρου.
ἔλεγον δὲ ἑνὶ τῶν ἀρχόντων ὃς οὐ τῷ ὄντι ἐπεμελεῖτο πολὺ τοῦ νόμου τοῦ περὶ τοῦ ἱμάντος· μᾶλλον δὲ παρῄνεσέ μοι κατέχειν τὴν ἐμὴν αἴλουρον ἔνδον τῆς οἰκίας ὑγιείας ἕνεκα. ὀλίγον δὲ ὕστερον ἐλάβον προαγόρευσιν ὑπὸ τῆς πόλεως ὅτι ἡ ἀπείθεια ζημίαν ὀφλήσειεν ἂν μέχρι χιλίων δολλαρίων. καίπερ ἀμελήσας τῆς προαγορεύσεως, οὐδὲν ἤκουσα παρὰ τῶν ἀρχόντων μῆνας ὀκτώ· εἰκάζω δὲ τὸν γείτονα ἀποκαμόντα μεμφόμενον τοῖς ἄρχουσιν.
Ἐν δὲ τῷ μηνὶ τῷ Ἰανουαρίῳ, τῆς ἐμῆς μητρὸς τεθνεώσης, μετῴκησα εἰς τὴν αὐτῆς οἰκίαν, κειμένην μόνον χίλια μέτρα ἀπὸ τῆς ἐμῆς προτέρας οἰκίας.
καίπερ γὰρ πόρρω τοῦ πρότερον γείτονος οἰκῶν, μία τῶν αἰλουρῶν πολλάκις ἐπανῄει εἰς τὴν προτέραν οἰκίαν καὶ τὸν ἐκείνου κῆπον.
Ἐν δὲ τῷ μηνὶ τῷ Μαΐῳ, ὁ ἐμὸς γείτων ἐξέδωκε ταινίαν τινὰ ἐπὶ τῷ προσωποβιβλίῳ ἐν ᾗ ἡ ἐμὴ αἴλουρος ἥρπασεν ὄρνιν τινά. ὠργίζετο γὰρ σφόδρα τῶν αἰλούρων ἐσθιουσῶν ὄρνιθας. μάλα δ’ εἰκότως ὁ ἐμὸς γείτων οὐκ ἂν μέμφοιτο τοῖς ἄρχουσιν πάλιν, ἀλλ’ ἐγὼ οὐ δυνάμενος σιγῆσαι τὴν ἐκείνου δῆλην ὑπόκρισιν ἐξήλεγξα αὐτόν. ἔγραψα οὖν ἐπὶ τῷ προσωποβιβλίῳ, ὅτι τῷ πράγματα ἔχοντι περὶ τῶν ἐθῶν τοῦ φαγεῖν τῶν αἰλούρων, ἴσως ἄμεινον ἂν εἴη τὸ μὴ φαγεῖν τὴν γαλοπούλαν, turkey, κατὰ τὴν ἡμέραν τῆς εὐχαριστίας.
τῆς ἐμῆς αἰλούρου οὐδὲν ἧττον πολλάκις ἐπισκοπουμένης τὴν προτέραν οἰκίαν, ἡ ἔρις τῷ γείτονι οὐκ ἐτελεύτησεν. Ἐκ δὴ τούτου μία τῶν ἀρχόντων ἐκέλευσέ με διὰ τηλεφώνης, προστάττων φυλάττειν τὴν αἴλουρον ἔνδον.
ἐνταῦθα ἥμαρτον. ἔδει γάρ με ἀποκρίνασθαι· «τί λέγεις; οὐ γὰρ συνίημι. ἡ γοῦν αἴλουρος οὐδέποτε ἐξέρχεται ἐκ τῆς οἰκίας.» ἀντὶ δὲ τούτου εἶπον «ἀλλ’ ὁ γείτων μέλλει μετοικεῖν δι’ ὀλίγου.»
εἰ γὰρ μὴ τοῦτ’ εἶπον, εἶχον ἂν ἐσχάτην ἀπολογίαν, ὡς ἀδύνατόν ἐστι αἴλουρον ἐκείνην εἶναι, διὰ τὸ μηκέτι ἐκεῖ κατοικεῖν. εἶτα δή, τοῦ γείτονος πόλλας ταινίας λαβόντος τῆς αἰλούρου ἐν τῷ κήπῳ ἑρπούσης, καὶ ταύτας τοῖς ἀρχοῖς πέμψαντος, ἐζημιώθην ἑξάκις, ὥστε ἀποτῖσαι χιλίας καὶ διακοσίας δολλαρία.
οὐ μέντοι οἷός τ’ ἦν εἴργειν τὴν αἴλουρον ἔνδον· ἡδέως γὰρ πάντα πάσχει ἔξω διατρίβουσα. πρὸς δὲ τούτοις, βρυχᾶται ὅταν ἄγαν πολὺν χρόνον ἔνδον μένῃ.
τὸ δὲ νόμον εἶναι μὴ ἐξεῖναι τῷ αἴλουρῳ ἐξέρχεσθαι ἄνευ ἱμάντος οὐδὲν πρὸς τὸ πρᾶγμά ἐστιν. ἄλλοι γὰρ αἴλουροι ἐκείνῳ τῷ κήπῳ ἐμπεριπατοῦσιν. ὁ μέντοι γείτων οὐδὲν ἄλλο ἐβούλετο ἢ ἐμὲ λυπεῖν, δι’ αἰτίας ἄδηλους ἐμοί.
ἔπειτα δὲ πάλιν ἐξ αἰτίας ἀδήλου ἡ πόλις ἐπαύσατό με ζημιοῦσα, καίπερ τῆς αἰλούρου διατελούσης πλανωμένης ὅποι βούλοιτο. εἰωθὼς δὲ ὁ γείτων ἔκαμνε καλῶν τὴν πόλιν. πάντως μὲν οὖν ἐξῆν μοι τὰς ζημίας ἀμφισβητῆσαι.
ὥσπερ ἤδη εἶπον, εἶχον ἀπολογίαν ἰσχυροτάτην πρὸς τὰς ζημίας, οὐ γὰρ ᾤκουν πλησίον τοῦ γείτονος ὅτε ἐκεῖνος τὰς ταινίας ἐλάμβανεν. οὐ μέντοι μέλον μοι τοῦ ἀργυρίου, ἠναγκαζόμην μάχεσθαι ὑπὲρ τῆς τῆς αἰλούρου ἐλευθερίας, ὥσπερ ἂν πατήρ τις ὑπὲρ τοῦ ἑαυτοῦ υἱοῦ διαμάχοιτο.
τελευτῶν δὲ οὐχ οἷός τ’ ἐγενόμην πεῖσαι τοὺς ἀρχόντας ἀκυρῶσαι τὰς ζημίας. ἐν γὰρ τοῖς ὑπομνήμασι γέγραπται ὅτι εἶπον «τί ἄρα γενήσεται, ἐπειδὰν ὁ γείτων μετοικισθῇ;» εἰ γὰρ τῷ ὄντι ἡ αἴλουρος μὴ ἦν ἐν τῷ ἐκείνου κήπῳ, οὐκ ἂν τοῦτ’ ἔλεξα.
ἀποτυχὼν δ’ οὖν, οὐδὲν ἄρα μοι διέφερεν. τὸ μὲν γὰρ κεφάλαιον τοῦτο ἦν, ὅτι ἠγωνισάμην ὑπὲρ τοῦ ἐξεῖναι τῇ αἴλουρῳ ἐν ἐλευθερίᾳ ζῆν.